Job 36

1Προσθεὶς δὲ Ελιους ἔτι λέγει 2Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις. 3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ 4ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις. 5γίγνωσκε δὲ ὅτι κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύι καρδίας 6ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει. 7οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος, καὶ ὑψωθήσονται. 8καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας, 9καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ισχυσουσιν 10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. 11ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν ευπρεπειαις 12ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. 13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αυτους 14ἀποθάνοι τοίνυν ἐν νεότητι ψυχὴ αὐτῶν, δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, 15ἀνθ' ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πραέων ἐκθήσει. 16καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· καὶ κατέβη τράπεζά σου πλήρης πιοτητος 17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, 18θυμὸς δὲ ἐπ' ἀσεβεῖς ἔσται δι' ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ' ἀδικίαις. 19μή σε ἐκκλινάτω ἑκὼν νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. 20μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ αυτων 21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. 22ἰδοὺ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστιν κατ' αὐτὸν δυνάστης; 23τίς δέ ἐστιν ἐτάζων αὐτοῦ τὰ ἔργα; τίς εἴπας Ἔπραξεν ἄδικα; 24μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες· 25πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί. 26ἰδοὺ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ απεραντος 27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· 28ῥυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν.
LXX: Job.36:28 #A
ωραν εθετο κτηνεσιν οιδασιν δε κοιτης ταξιν
LXX: Job.36:28 #B
ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου διάνοια οὐδὲ διαλλάσσεταί σου καρδία ἀπὸ σώματος;
29καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, 30ἰδοὺ ἐκτείνει ἐπ' αὐτὸν ηδω καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. 31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι. 32ἐπὶ χειρῶν ἐκάλυψεν φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· 33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· κτῆσις καὶ περὶ ἀδικίας.
Copyright information for LXX